TLG 4288 001 :: LEXICON αἱμωδεῖν :: Lexicon αἱμωδεῖν (= Lexicon anepigraphum quod incipit a voce αἱμωδεῖν)

LEXICON αἱμωδεῖν Lexicogr.
(Incertum)

Lexicon αἱμωδεῖν (= Lexicon anepigraphum quod incipit a voce αἱμωδεῖν)

Source: Sturz, F.W. (ed.), Etymologicum Graecae linguae Gudianum et alia grammaticorum scripta e codicibus manuscriptis nunc primum edita. Leipzig: Weigel, 1818 (repr. Hildesheim: Olms, 1973): 617–631.

Citation: Page — (line)

617

(30)

αἰμωδεῖν, τὸ τοὺς ὀδόντας ὀδυνᾶσθαι, μετὰ κνησμοῦ. Αἴπυτος ὄνομα κύριον· παρὰ τὸ αἰπὺς, ὡς εὐρὺς εὔρυτος. αἶρα ἡ σφαίρα· παρὰ τὸ ῥέω τὸ φθείρω· ῥαῖα· καὶ ἐν ὑπερβιβασμῶ αἶρα. ἀΐθων, ἐκπνέων, παρὰ τὸ αἴω· ὁ σημαίνει τὸ ἀκούω ἀφ’ οὗ ῥῆμα ἀΐθων. αἰσιμία, ἡ μαν‐
35τεία, ἢ τὸ καθῆκον· παρὰ τὴν αἶσαν ὁ σημαίνει τὴν μοῖραν. ἄϊστος ὁ ἄγνωστος· καὶ ἀϊστῶσαι· καὶ ἀϊστωθῆ‐ ναι· σύνθετον ἀπὸ τοῦ ἰστός· τοῦτο δὲ, ἀπὸ τοῦ ἴσημι ἴσαμαι· ἵσταται, καὶ ἐξ αὐτοῦ ἰστός· ὅθεν καὶ τὸ ἐπί‐ σταμαι· καὶ μετὰ τοῦ στερητικοῦ α, ἄϊστος. αἰσϋητὴρ,
40ὡς μὲν φασὶ τινὲς, ὁ ἐντρεχὴς κεκοσμημένος· καὶ καθη‐ κόντως αὐτὸ τάττει· ἀπὸ τοῦ ἀϊσσης· παράγωγον αἰ‐ σύω· αἰσυτήρ· καὶ πλεονασμῶ τοῦ η αἰσυητήρ. ἀΐσυλος, ὁ ἄδικος καὶ ὁ ἁμαρτωλός· παρὰ τὸ συλῶ ἄσυλος· καὶ πλεονασμῶ τοῦ ι ἀΐσυλος. αἰσυμνητὴρ, ὁ βασιλεύς·
45παρὰ τὸ αἴσυμναν· ὅ ἐστιν αἰσύμνων μνήμην ποιεῖσθαι· καὶ αἰσυομῆτις, ὁ αἴσυμα βουλευόμενος. ἀΐστης, ὁ ἐρά‐ μενος παρὰ τὸ ἄειν ὅ ἐστιν πνεῖν. ὁ εἰσπνέων τὸν ἔρωτα τῷ ἐραστῆ· φασὶ γὰρ τὸν ἔρωτα γίνεσθαι ἐκ τοῦ εἰς‐ πνεῖσθαι ἐκ τῆς μορφῆς τοῦ ἐρωμένου· ὅθεν καὶ εἰσπνῆ‐

617

(50)

λας καλοῦμεν τοὺς ἐραστὰς, παρὰ Λάκωσιν. Αἴτνη ὄρος Σικελίας· παρὰ τὸ αἴθω τὸ καἴω· ἀκαλήφους ἐστὶ φυ‐ τὸν, θαλάττιον· καὶ βοτάνη δῆξιν καὶ κνησμὸν, ὡς οὐ τῶ ἅπτεσθαι ποιοῦσα· ἀκάμπιος ὁ ἐπ’ εὐθείας περιπα‐ τῶν· παρὰ τὸ κάμπην μὴ ἔχειν· ἀκέραιος, ὁ ὑγιής·
55ἀπὸ τοῦ κέρας κέραιος καὶ ἀκέραιος· ὁ μὴ θυμούμενος διὰ τοῦ κέρατος βλάπτων· ἀπὸ τῶν τοῖς κέρασιν ἀμυνο‐ μένων, ζώων· ἀκηχέδαται, παρὰ τὸ ἀχῶ, τὸ λυποῦ‐ μαι· ἀχάζω, ὡς ἀνιῶ, ἀνιάζω· ὁ παρακείμενος, ἤχα‐ κα· ὁ παθητικὸς, ἤχασμαι· ἤχασται· καὶ τὸ Ἰωνικὸν,
60ἠχάδαται· καὶ μετὰ ἀναδιπλασιασμοῦ Ἀττικοῦ, τροπῆ617

618

τοῦ α, εἰς ε ἀκηχέδαται. ἀκιδνὸς ὁ ἀσθενὴς, περὶ τὸ αἰκίζω. αἰκιδνὸς καὶ ἀκιδνός· ἀκτάζω, ἀντὶ τοῦ ἐξανι‐ στάμενος· ἀπὸ τοῦ ἄττω ἀττάζω· καὶ ἀκτάζω. ἀκταί‐ νειν περὶ τὸ ἀκτὴ, ἀκτός· καὶ ῥῆμα ἀκτῶ· ἀφ’ οὗ τὸ
5κουφίζω· παρ’ Αἰσχύλω. ἀκταίωρος παρὰ τὸ τὴν ἀκτὴν οὐρεῖν· ὅ ἐστι φυλάττειν τροπῆ τῆς ου εἰς ω. ἀλαίνω, τὸ πλανῶμαι· παρὰ τὸ ἄλη ὃ σημαίνει τὴν πλάνην. ἀλαλύκτημαι τὸ ἁδημονῶ· καὶ πεπλάνημαι· ἐκ τοῦ ἀλῶ ἀλύω· ὁ μέλλων, ἀλύσω· ἀλυκτός· καὶ ἐξ αὐτοῦ ῥῆμα,
10ἀλυκτῶ· ὁ παθητικὸς παρακείμενος, ἠλύκτημαι· καὶ Ἀτ‐ τικῶς ἀλαλύκτημαι. ἀλειπὴς πηγὴ ἐν Ἐφέσω· οὕτω κα‐ λουμένη· παρὰ τὸ μηδέποτε λείπειν· μήτε θέρους· μήτε χειμῶνος· ἀλδήσκω τὸ αὐξάνω· παρὰ τὸ ἀλῶ, ἀλήσκω καὶ πλεονασμῶ τοῦ δ, ἀλδήσκω. ἀλεωρὴ, ἡ φυλακή·
15παρὰ τὸ τὴν ἀλέαν· ὃ σημαίνει τὴν θερμασίαν καὶ τὸ ὠρεῖν ὁ σημαίνει τὸ φυλάσσειν. ἀλυσία, ἡ ἀφροδισία· διὰ τὸ περὶ πᾶν ζῶον· ἀλᾶσθαι· ἀλῶ, τὸ πλανῶ, καὶ ἐξ αὐτοῦ ἀλυσία. ἁλιπεδὸν τὸ παραθαλάσσων πεδίον. ἅλιον τὸ μάταιον· καὶ γίνεται ἀπὸ τοῦ ἁλὸς, τὸ γὰρ
20θαλάσσιον ὕδωρ, ἄχρηστον. ἁλῖσαι τὸ κυλῆσαι. ἀλύ‐ της, ὁ Ἡρακλέως ἀπόγονος. ἀφ’ οὗ καὶ οἱ κορίθεοι ἀτηλῖδαι, ὀνομάζονται. ἀλιζῶνες οἱ βιθυνοί· διότι ἡ γῆ αὐτῶν, θαλάσση διεξῶσθαι· καὶ οἱονεὶ, χερόνησός ἐστιν ὑπὸ τοῦ Εὐξείνου τῆς Προποντίδος διεζωσμένη. ἀλ‐
25καία ἡ οὐρὰ τοῦ λέοντος· διὰ τὸ ἐς ἀλκὴν αὐτὴν τρέπειν. ἀλκμήνη ἀπὸ τοῦ ἀλκὴ, ἀλκήνη· καὶ πλεονασμῶ τοῦ μ. ἀλόκοτον τὸ ἀνόμιον· καθ’ ὑπερβιβασμὸν ἀλότοκόν τι ὢν, ἢ παρὰ τὸ ἀλλαχοῦ (Cod. ἀλαχοῦ) κεῖσθαι· καὶ μὴ κατ’ αὐτό. ἄλοξ, Εὐριπίδης· μὴ σπεῖραι παίδων ἄλοκα·
30παρὰ τὸ αὖλαξ· ἐλλείψει τοῦ υ· καὶ τροπῆ τοῦ α εἰς ο. ἀλύειν τὸ δυσφορεῖν καὶ τὸ χαίρειν· καὶ τὸ μὲν δυσφο‐ ρεῖν, παρὰ τὸ μὴ λύσιν τῶν κακῶν εὑρίσκειν· τὸ δὲ χαίρειν παρὰ τὸ ἀλῶ τὸ πλανῶ, πλανῶνται γὰρ αἱ ψυ‐ χαὶ τῶν χαιρόντων· ἄλφιτα τὰ ἄλευρα· παρὰ τὸ ἀλ‐
35φαίνειν, ἡ πρώτη εὑρεθῆσαι τροφή. ἅλως, ἡ ἀλωή· λέγεται δὲ παρὰ τὴν τῶν ἀσταχύων ἀλοίωσιν· ἀμάδιος ἐκ τοῦ ἅμα, ἀμάδιος ἐπιῤῥηματικῶς. ἀμαζὼν, παρὰ τὸ μὴ μάζαις χρῆσθαι ἤγουν τροφαῖς· ἀλλ’ ὄφεσι καὶ σαύ‐ ραις καὶ χελώναις. ἁμαρτῆ ἐπίῤῥημα, ἀντὶ τοῦ ὁμοῦ.
40ἁμαρτία, ἡ ἀποτυχία· περὶ τὸ μάρπω τὸ καταλαμβάνω· μαρπία καὶ ἁμαρτία· μετὰ τοῦ στερητικοῦ, α. ἀμαρυ‐ γὰς σημαίνει τὰς τῶν ὀφθαλμῶν ἐλλάμψεις· σημαίνει καὶ τὰς τοῦ μετώπου ῥυτίδας, αἵτινες εἴρηνται διὰ τὸ ἀμαυραὶ καὶ ἀλαμπεῖς εἶναι· ἢ περὶ τὸ ἀμάραις ἐοικέναι
45τοῦτέστιν ὀχετοῖς· ὥσπερ ἐκεῖναι τὸ ὕδωρ, οὕτως αὗται τὸν ὑδρῶτα μετάγουσιν· ἐπὶ τὰ παρεκάτερα μέρη τῆς κεφαλῆς. ἡ δὲ ἔλαμψις εἴρηται παρὰ τὸ ἀμαρύσσω, ἀπὸ γὰρ τοῦ μαίρω τὸ λάμπω, γίνεται μαρμαίρω ἐν δι‐ πλασιασμῶ· εἶτα παράγωγον, ἀμαρύσσω· καὶ πλεονασμῶ

618

(50)

τοῦ α, ἀμαρύσσω· ἐξ οὗ καὶ ἀμάρυγμα. ἀμιχθαλόεσσα, ἡ ἀπρόσιτος· καὶ ἀμιγής· ὡς καὶ ὁ ποιητὴς, καὶ Λῆμνον ἀμιχθαλοέσσαν· ἀπρόσιτος δὲ διὰ τὸ τοὺς ἐνοικοῦντας σίντας· πειρατὰς εἶναι· ὥσπερ παρὰ τὸ σμίγω· μικτός· καὶ ὡς ἵππος, ἵππαλος, οὕτω καὶ παρὰ τὸ μικτὸς,
55μίκταλος· καὶ ἀμίκταλος· καὶ ἐν συνθέσει, ἀμικταλόεις. καὶ τροπῆ ἀμιχθαλόεις· καὶ τὸ θηλυκὸν ἀμιχθαλόεσσαι· ἄμπυξ τὸ γυναικεῖον ἀνάλωμα· παρὰ τὸ ἀμφέχειν τὰς τρίχας τῆς κεφαλῆς, ἄμφυξ καὶ ἄμπυξ· ἡ ἄνω πυ‐ κάζουσα καὶ ἀνέχουσα· τὰς αἰθήρας ἤγουν τὰς τρίχας.
60ἀμφιλύκη ἡ σκοτεινή· ἀμφιλύγη τὶς οὖσα· λύγη γὰρ ἡ618

619

σκοτία· ἀναίνετο, παρὰ τὸ ἀρνῶ ἀρνοῦμαι· ἢ παρὰ τὸ ναὶ ἐπίρρημα, ναίω καὶ ἀναίνω· ἄλαλτος, ὁ ἀηδής· ἀπὸ τῶν ὄψων τῶ μὴ ἐχόντων ἅλας· ἀηδῶν ὄντων. ἀνεμώ‐ λιος, ἐκ τοῦ ἄνεμος· ἀνεμώνιος· καὶ τροπῆ τοῦ ἀμετα‐
5βόλου εἰς ἀμετάβολον. ἀνηρείψαντο· σημείωσαι ἀνήρπαςς (i. e. ἀνήρπασαν)· παρὰ τὸ ἐρανανερέψαντο (supra ἔραν m. rec. script. α et αν cum spir. leni ἀν ...) πλεο‐ νασμῶ τοῦ ι. ἀνθέρικος, παρὰ τὸ ἄνθος, ἀνθέριξ· ση‐
10μαίνει δὲ, τὰ ἄκρα τῶν ἀσταχύων ἢ ἀπὸ τοῦ θερίζω· ἄραβος, κυρίως ἡ ἐν ὄρει βοή· ὄραβος καὶ ἄραβος. αὐτε‐ φερίζω, τὸ ἐξισοῦμαι· παρὰ τὸ φέρω φερίζω. ἄορ ση‐ μαίνει τὸ ξίφος παρὰ τὸ ἀείρω, ἄορ· ἀσωπὸς παρὰ τὸ τὴν ἄσην ὃ σημαίνει τὸν ῥύπον· καὶ τὸ ὢψ ὠπός. αἴνυ‐
15το, ῥῆμα ἔστι κτῶ· καὶ σημαίνει τὸ φωνεύω· καὶ ὥσπερ τὸ βῶ, βαίνω, οὕτω καὶ τὸ κτῶ, κταίνω· ἀποβολῆ τοῦ τ καίνω τὸ κόπτω· καὶ ἐξ αὐτοῦ αἴνω· κατὰ παραγωγὴν αἰνύω· καὶ αἴνυμι παράγωγον εἰς μι, τὸ παθητικὸν αἴνυ‐ μαι· ὁ παρατατικὸς αἰνύμην· αἴνυτο· ἀκοντίζω παρὰ
20τὸ ἀκοντίζω· τοῦτο δὲ, παρὰ τὸ ἄκον ὁ σημαίνει, τὸ δόρυ, τοῦτο δὲ παρὰ τὸ ἀκὴν ὃ σημαίνει τὴν ὀξύτητα. ἀβρόσιον, παρὰ τὸ βροτός· ὃ σημαίνει τὸ αἷμα. ἄρτε‐ μις ἡ σελήνη ἀρατέμις τὶς οὖσα, ἡ τὸν ἀέρα τέμνουσα. ἀκηχεμένη, παρὰ τὸ ἀχῶ, ἀχήσσω· ἤχηκα· καὶ Ἀτ‐
25τικῶς (supra scr. ὸς) ἀκήχεκα· ἀκηχέμενος καὶ ἀκηχε‐ μένη. ἆτος σημαίνει τὸ ἀκόρεστον· ἄατος καὶ ἆτος· ἔστι δὲ ἄδω (δυω delet.) τὸ κορεννύω, ὁ μέλλων, ἄσω, καὶ ἐξ αὐτοῦ ὄνομα, ἆτος. ἀνάσχεο, παρὰ τὸ σχῆμι, ὁ μέλλων σχήσσω· ὁ παρακείμενος, ἔσχηκα· ἔσχημαι,
30ὁ ἀόριστος, ἐσχέθην· ὁ μέσος δεύτερος ἀόριστος· ἐσχέ‐ μην ἔσχεο· καὶ τὸ προστατικὸν, σχέο· καὶ ἀνάσχεο. ἀνιεῖσα παρὰ τὸ ἀνίημι ὂ σημαίνω τὸ ὑποχαλῶ καὶ ἀσθενὲς ποιῶ. ἀσπάζω ἔστι ῥῆμα σπῶ· καὶ σημαίνει τὸ διαχωρίζω· καὶ ἐξ αὐτοῦ γίνεται, σπάζω· καὶ μετὰ τοῦ
35στερητικοῦ α, ἀσπάζω· ἀπηλεγέως ἐκ τοῦ ἀλέγω τὸ βοηθῶ, γίνεται ἀλεγῆς, καὶ μετὰ τῆς ἀπὸ προθέσεως, ἀπὸ ἀλεγῆς· καὶ ἀπηλεγέως, ἐπιρρηματικῶς. ἀγαρηνὸς, τὰ διὰ τοῦ ηνος ὀξύτονα διὰ τοῦ η γράφεται· ἀγαρηνός· σαρακηνὸς κυζικηνὸς, μεγαληνός. σημείωσαι πέντε μελεστινός· ἐδε‐
40σινός· ἀτραμυτινός· ἐμεσινὸς ἐδεστινός· ἀσπαλιεὺς, ὁ ἀλιεύς· παρὰ τὸ ἀπὸ σπᾶν τοὺς ἰχθύας ἐκ τῆς θαλάσης· οἷον σπῶ σπαεύς· καὶ πλεονασμῶ τῆς λι συλλαβῆς σπαλιεύς· καὶ μετὰ τοῦ στερητικοῦ α ἀσπαλιεὺς. ἀφροντιστήσας· ἀμεριμνήσας, ἢ ἀμελήσας, ἀπὸ τοῦ ἀφροντινῶ μετὰ τοῦ
45στερητικοῦ α· τοῦτο δὲ παρὰ τὸ φροντίζω, τοῦτο, παρὰ τὸ τὰς φρένας τίειν· ὅ ἐστι τιμωρεῖν· οἱ γὰρ φροντίδας ἔχοντες, τὰς φρένας τιμωροῦνται· ἀδήωτον τὴν χώραν, ἀπόρθητον· παρὰ τὸ δηῶ τὸ πορθῶ τοῦτο δὲ παρὰ τὸ δαίω τὸ κόπτω· τροπῆ τοῦ α εἰς η· μετὰ περισπωμένου

619

(50)

τόνου δηῶ, τοῦ ι ἀνεκφωνήτου ὄντος διὰ τὸ μέγεθος τοῦ η· τὸ δὲ δαίω σημαίνει τέσσαρα· δαίω, τὸ κόπτω· δαίω, τὸ εὐωχοῦμαι· δαίω, τὸ καίω· δαίω, τὸ μανθάνω· ἀκίβδηλος ὁ καθαρός· καὶ ἀκύβδηλος ὁ μὴ κρυβόμενος· ἀπὸ τοῦ κρύβδω· κρύβδηλος καὶ ἀκύβδηλος. ἀτεχνῶς·
55ἁπλάστως· ἀδόλως· τέχνη γὰρ, ὁ δόλος· ἀμφὶ δὲ δεσμοὶ τεχνήεντες ἔχοιντο, τουτέστι· δολεροὶ σημαίνει δὲ καὶ τὸ ἁπλῶς καὶ καθάπαξ· οἱ δὲ, ἐν ἴσω τὸ ὄντι καὶ τῇ ἀληθεία, οἱ δὲ, τὸ παράπαν καὶ καθόλου· ἀπόνασθε
ὃ σημαίνει· τὸ ἀπολαῦσαι, ἀπὸ τοῦ ὀνῶ τὸ ἀπολαύω, τὸ619

620

θέμα ὄνημι, τὸ παθητικὸν ὄναμε· καὶ ἀπαρέμφατον, ὄνασθαι. αἱμῦλος, ἔπειρος, συνετὸς, κολακευτικὸς παρὰ τὸ δαίω τὸ μανθάνω δαίμων καὶ αἵμων αἱμῦλος· οὗ κτη‐ τικὸν αἱμύλιος· Ἡσίοδος αἱμυλίοισι λόγοισι ὅ ἐστι κολα‐
5κευτικοῖς. ἀνασκολωπισθῆναι ἀναστρωθῆναι· σκόλοπες ξύλον ὀξέος· σκολοψ οὖν παρὰ τὸ σκέλω σκελοψ καὶ τροπῆ τοῦ ε εἰς ο. ἀνεῖσθαι, λελύσθαι· ἀπὸ τοῦ ἕω· ὃ σημαίνει τὸ πέμπω· τοῦτο περισπώμενον· καὶ γὰρ ἐῶ, ἐξ αὐτοῦ ῥῆμα εἰς μι· καὶ τὸ παθητικὸν ἔεμαι· καὶ κρά‐
10σει εἶμαι· τὸ τρίτον εἶται καὶ τὸ ἀπαρέμφατον εἶσθαι· καὶ μετὰ τοῦ στερητικοῦ α καὶ πλεονασμῶ τοῦ ν ἀνεῖ‐ σθαι. ἀβελτηρία ἀνουσία· μορία, ἡ τὸ βέλτιον μὴ γι‐ νώσκουσα· ἀπὸ τοῦ ἀβέλτερος μετὰ τοῦ στερητικοῦ α, τοῦτο παρὰ τὸ βέλτερος· τὸ θηλικὸν, ἀβελτηρία· καὶ
15τροπῆ τοῦ ε εἰς η ἀβελτηρία. ἀναξυρίδας φουμινάλια· βρακία, ἢ τὰ βαθέα καὶ ἄβατα ὑποδήματα· οἷον ἀνα‐ συρίδας παρὰ τὸ ἀνασύρεσθαι· τροπῆ τοῦ ς εἰς ξ. ἀκρο‐ βολϊσαμΐων, τῆς συμβολῆς ἐν τῶ πολέμω ἀρξαμένων. ἢ ἀκοντίσαντι· τὸ θέμα ἀκροβολῶ· ἀρβύλη εἶδος ὑποδή‐
20ματος· παρὰ τὸ ἁρμόζει τῶ ποδί. ἁρμόζω οὖν, ἀρμύλη· καὶ ἀρβύλη· ἀστίβητος· ἀπάτητος· ἢ διάβατος ἀπὸ τοῦ στείβω· ὁ μέλλων στειβῶ· καὶ μετάγεται εἰς ἐνεστῶτα καὶ γίνεται, στιβῶ, στιβήσω· ἐστίβημαι ἐστίβηται· στι‐ βητὸς καὶ ἀστιβητός· μετὰ τοῦ στερητικοῦ α· τὸ δὲ
25στείβω, παρὰ τὸ στῶ, στείβω. αἰρήσειν, ἀπὸ τοῦ ἀλῶ, ὁ σημαίνει τῶ πορθῶ· πλεονασμῶ τοῦ ι καὶ τροπῆ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον αἰρῶ ὁ μέλλων αἰρήσω· καὶ τὸ ἀπαρέμφατον αἰρήσειν· σημαίνει δὲ καὶ τὸ προκρίνω, ἐξ οὗ καὶ τὸ προαιροῦμαι καὶ τὸ χωρίζω· ἐξ οὗ καὶ τὸ
30διαιρῶ· σημαίνει δὲ καὶ τὸ αἰρῶ τὸ καταλαμβάνω, ἐξ οὗ καὶ τὸ μὴ δὲ σὲ λήθη αἰρείτω· ταῦτα δὲ τὰ τέσσαρα, περισπώμενα· αἴρω δὲ τὸ κουφίζω· καὶ αἴρω τὸ προς‐ φέρω· ἐξ οὗ καὶ ἄρτος βαρύτονον· ἀριστίνδην ἐκλελεγμέ‐ νως κατὰ ἀριστείαν· ἀπὸ τοῦ ἄριστος ὄνομα ὑπερθετικὸν.
35ἀπὸ τοῦ ἀρείων συγκριτικοῦ· τοῦτο δὲ παρὰ τὸ ἄρης ὃ σημαίνει τὸν πόλεμον· τοῦτο δὲ παρὰ τὸ ῥῶ τὸ λέγω, ῥήσω· καὶ μετὰ τοῦ στερητικοῦ α, ἄρης. ἀποκναιόμενοι, διαφθειρόμενοι· ἀποκοπτόμενοι, λυπούμενοι ἀπολυόμενοι, ὀδυρόμενοι. ἔστι ῥῆμα κτῶ, ὃ σημαίνει τὸ φονεύω· οὗ
40παράγωγον, κταίνω· ἀποβολὴ τοῦ τ καίνω, καὶ μεταθέ‐ σει κναίω· ἀνιεὶς, ἀφιείς· καὶ γίνεται ἀπὸ τοῦ ἴημι, ὁ παρατατικὸς, ἴης ἡ μετοχὴ ἰείς· καὶ μετὰ τῆς ἀνὰ προθέσεως, ἀνιείς. ἀπρίξ ὅλη δυνάμει τὸ ἰσχυρῶς κρατεῖν. ἀνύποιστος, ἀνυποφόριτος, ἀνυπομύνητος·
45ἀπὸ τοῦ οἴω ὃ σημαίνει τὸ φέρω· γίνεται οἰστός· καὶ μετὰ τῆς ὑπὸ, ὑποιστὸς, καὶ μετὰ τοῦ στερητικοῦ α· καὶ πλεονασμῶ τοῦ ν ἀνύποιστος. ἄδυτα ὀροφαί· οἶκοι ὑπόγειοι· σκοτινοί· λέγει δὲ καὶ τὰ μυχεῖα τῶν ἱερῶν ἄδυτα· εἰς ἃ οὐκ ἔστιν εἰσελθεῖν· ἀπὸ τοῦ δύω, ὃ ση‐

620

(50)

μαίνει τὸ ὑπεισέρχομαι· δέδυμαι· δέδωται καὶ ἐξ αὐτοῦ δυτός· καὶ ἄδυτος ὁ ἀφανῆς· ἀλέασθαι ἐκκλίναι· ἀνα‐ χωρῆσαι κυρίως δὲ ἀπὸ πυρὸς ἐκφυσεῖν ἀλέα γὰρ ἡ θερμασία τοῦ πυρὸς δαλέα τὶς οὖσα· ἀπὸ τοῦ δαίω τὸ καίω· ἀμφήρινον ἀμφίβολον, ἢ ἄνεσον παρὰ τὸ ἐρίζω·
55ὃ παθητικὸς ἤρισμαι, ἤρισται· καὶ ἐξ αὐτοῦ ἀμφήριστος ἀλᾶσθαι τὸ πλανᾶσθαι· παρὰ τὸ ἀλῶ τὸ πλανῶμαι· ὁ παθητικὸς ἀλῶμαι· καὶ τὸ ἀπαρέμφατον ἀλᾶσθαι· τοῦτο δὲ παρὰ τὸ τὴν ἄλα· ὃ σημαίνει τὴν πλάνην· τοῦτο δὲ
παρὰ τὴν ἄλα, ὃ σημαίνει τὴν θάλασαν· κυρίως γὰρ620

621

ἄλη, ἡ ἐν θαλάση ταραχή. ἀπερύκειν κωλύειν· κατέ‐ χειν· κρατεῖν· ἀπὸ τοῦ ἔραν ὃ σημαίνει τὴν γῆν· ἐρά‐ κω, ἐρύκω· κυρίως γὰρ ἐρύκειν, τὸ ἐν γῆ κατέχειν. ἀντίξουν, ἐναντίον ἢ ἁρμόζον· οἷον, ἀντισούμενον· ἡ γὰρ
5ἀντὶ πρόθεσις, οὐ μόνον τὸ ἐναντίον σημαίνει ὡς τὸ ἀν‐ τίστασις, ἀλλὰ καὶ τὸ ἴσον, ὡς ἐν τῷ ἀντίθεον, ἀντὶ τοῦ ἰσόθεον· τροπῆ τοῦ ς εἰς ξ· οἱ γὰρ Ἀττικοὶ τὸ σύμ‐ βολον, ξύμβολον λέγουσιν. αὐτοβοεὶ τὸ παρὰ χρῆμα συντελεσθῆναι ἐπὶ πολεμικοῖς ἔργοις. οἷον, ταχέως ἅμα
10βοῆ. ἀνεσόβοω· σοβῶ ἐστὶ, τὸ ἐντρέχω. ἔνιοι δὲ τὸ ἐκδιώκω. ἀτέραμνον· ἀπαραίτητον· σκληρὸν δεινόν· ἀτέ‐ ραμνον οὖν, τὸ μὴ εἶναι τέρας· κατὰ στέρησιν τοῦτ’ἐστι τρυφερόν· καὶ ἀπαλὸν, τὸ εὐχέρως τειρόμενον· καὶ βλα‐ πτόμενον λέγονται δὲ τέραμνα, τὰ μὴ ἐψόμενα, ὄσπρια·
15ἀλλὰ σκληρὰ καὶ κερασβόλα· καὶ ἀτεράμνων, ὁ ἀπει‐ νῆς καὶ σκληρὸς ἄνθρωπος· ἀκονιτὶ ἀντὶ τοῦ ἀμαχεῖ ἄνευ ἄγωνος καὶ μάχης· ἐκ μεταφορᾶς τῶν ἀθλητῶν· εὐμα‐ ρῶς παρὰ γινομένων ὥστε μὴ κονίσασθαι· τοῦτέστι κόνιν ἐπισπάσασθαι· τῆς γὰρ παλαίουσιν ἐκ τῆς βίας ἱδρῶτα
20γίνεσθαι, εἶτα κόνιν ταῖς χερσὶν ἀναλαμβάνειν, ἢ ἀκο‐ νιτὶ, εὐχερῶς συντόμως· ὥστε μὴ κονιορτὸν ἐγείρεσθαι. ἀλλαντοπώλων, παρὰ τὸ ἀλλᾶς, ἀλλᾶντος καὶ τὸ πώλω γίνεται, ἀλλαντοπώλης· τὸ δὲ ἀλλὰν παρὰ τὸ τὴν ἀόλη‐ σιν τῶν κρεῶν· ἀκμῆτες, ἀποπίαστοι· ἀπὸ τοῦ κάμνω
25οὗ ὁ δεύτερος ἀόριστος, ἔκαμον· καὶ ἐξ αὐτοῦ καμής καὶ μετὰ τοῦ στερητικοῦ α ἀκαμὴς, καὶ ἐν συγκοπῆ ἀκμής. σημαίνει δὲ καὶ τοὺς ἀκμάζοντας· καὶ τοὺς ἀσίτους· τὸ δὲ ἀκμὴς σημαίνει τὸ ἄσιτον· γίνεται παρὰ τὸ τὴν ἀκμὴν ὁ σημαίνει τὸν σίτον· ἐξ οὗ καὶ Ὅμηρος· Δημήτερος
30ἀκτήν· τοῦτέστι ψωμὸν ὃ σημαίνει τὸν σῖτον· ἀγύρτας. ἐπειδὴ πολλαχοῦ κατὰ τὰς πόλεις ἀγύρτας τινὰς τὸ τυ‐ χὸν ἢ λωποδύτας· ἐπαίτας φιλοκερδεῖς καὶ ὁ ἀγύρτης εἶδος βώλου· καὶ ὁ ἀλαζὼν καὶ ὁ ἀπατεών· παρὰ τὸ ἀγείρω τὸ περιϊέναι καὶ περινοστεῖν ἐπὶ νίκη ἢ ἑτέρω τινὶ
35τοιούτω σεμνύνειν· λέγονται δὲ ἐγυρτικὰ, καὶ τὰ τυχαῖα ψεύσματα. ἀναρριχώμενοι, ἀναλαμβόμενοι· πρὸς ὕψος ἀνερχώμενοι· ποσὶν ἢ χερσὶν, ἐπὶ τύχων ἢ δέν‐ δρων Ἀριστοφάνης εἰρήνη· πρὸς ταῦτ’ ἂν ἀρριχᾶτ’ ἂν εἰς οὐρανὸν ἀπὸ μεταφορᾶς τῶν ἀραχνῶν, οἵτινες τὰ οἰκεῖα
40νήματα κατέχοντες, ἄνω φέρονται. αὐτομάτως· αὐτὸ κελεύστως· αὐτοβούλως· ἀπὸ τοῦ ματῶ τῶ ζητῶ, γίνε‐ ται μαστὸς, ὃν ἐπιζητοῦσα τὰ βρέφη· καὶ ἐξ αὐτοῦ αὐ‐ τόματος, ὁ μὴ ἐπιζητιθεῖς, ἀλλ’ αὐτὸς ἑαυτὸν ἐπαγα‐ γών· ἀπὸ τούτου, ἀπροτίμαστος γυνὴ, ἡ μὴ ἐπιζητη‐
45θεῖσα· Ὅμηρος· ἀλλ’ ἐμένους ἀπροτίμαστος ἐνὶ μεγά‐ ροισιν ἐμοῖσιν. ἀγχώμαλον, παρὰ μικρὸν ἴσαν· ἐγγὺς τοῦ ὁμαλοῦ, ἀπὸ τοῦ ἄγχι ὃ σημαίνει τὸ ἐγγὺς καὶ τὸ ὁμαλός. ἀνεπαφρόδιτος, ὁ μὴ ἐπιχαρής· καὶ ἀηδής· καὶ ἐπαφρόδιτος, ὁ ἐπιχαρὴς καὶ ἡδύς. ἀποχρώντως, ἱκανῶς

621

(50)

ἀρκοῦντος· ἀπὸ τοῦ χρῶ β συζυγίας τῶν περισπωμένων, ἡ μετοχὴ ὁ χρῶν· ἡ γενικὴ χρώντων· καὶ ἐπιρρηματι‐ κῶς χρώντως· καὶ μετὰ τῆς ἀπὸ προθέσεως ἀποχρώντως. ἀπὸ φλαυρίζοντες· ἐπιτωθάζοντες· ἐξευτελίζοντες, ἢ ὡς πονηρὸν ἀποστρεφόμενοι· ἀεὶ γὰρ τὸ φλαῦρον, ἐπὶ
55τοῦ πονηροῦ τάττεται· φαῦλον οὖν ἐστιν ἐν ὑπερβι‐ βασμῶ τοῦ λ καὶ πλεονασμῶ τοῦ ρ φλαῦρον, τὸ δὲ φαῦλον, ποτὲ μὲν δηλοῖ τὸ μέγα καὶ ἀδρὸν καὶ καλόν· ποτὲ δὲ τὸ μοχθηρὸν καὶ μικρὸν· ἀμβλυώττειν, τὸ τυ‐ φλώττειν· καὶ βαρύνεσθαι τοὺς ὀφθαλμοὺς, ἀπὸ τοῦ
60ἀμβλὺς, καὶ τοῦ ὄσσω τὸ βλέπω. εὐμάρας ὀχετοῦ· ἢ621

622

τάφρου, ἢ ὑδρορόεις· διὰ τὸ ἐν αὐτῆ ὄντα ἀμάραντα εἶναι· ἢ παρὰ τὸ ἅμα καὶ τὸ ὁμαλῆς, ῥέειν· ἢ παρὰ τὸ τῆ ἄμη αἴρεσθαι καὶ ὀρύττεσθαι· ἄμη δὲ ἐργαλεῖον τί. ἀφαυρᾶ ἀσθενέστερα· ἢ κουφότερα, ἀπὸ τοῦ ἀφαυρὸς,
5ἤτοι ἄγαν παῦρος καὶ ὀλίγος κατὰ τὴν δύναμιν. ἀμαιμά‐ κετον ἄμαχον· ἀνυπόστατον· ἀπὸ τοῦ μαιμῶ τὸ προθυ‐ μοῦμαι· καὶ μετὰ τοῦ στερητικοῦ α ἀμαιμάκετον· πρὸς ἣν οὐδεὶς προθυμεῖται μάχεσθαι. ἄγγωνες δωράτια, οὐ λίαν, σμικρά· ἀλλ’ οὐδὲ μεγάλα, ἀλλ’ ὅσον ἀκοντίζεσθαι
10εἴπου δεήσοι. ἄτρυτα, ἀκάματα, σκληρὰ καὶ ἰσχυρά· ἀκκίζεται ἔτι τοῖς ὅπλοις, ἀκκίζεται ἔτι τῆς ὕβρεως· ἔχεται, ἐπαίρεται· γυναικίζεται· θρύπτεται· μωραί‐ νεται.
14tἈρχὴ τοῦ Β.
15 βρενθυόμενοι, δυσχεραίνοντες καὶ θυμούμενοι, παρὰ τὸ μεταβάρους θύειν· ὃ ἐστὶν, ὁρμᾶν. βωμολοχία, κυ‐ ρίως ἐλέγετο, οἱ ἐπὶ τῶν θυσιῶν ἐπὶ τοῖς βωμοῖς καθε‐ ζόμενοι, καὶ μετὰ κολακίας προσαιτοῦντες. βωλοσία, ἡ εἰλείθυια· βολᾶς γὰρ τὰς ὠδῖνας ὠνόμαζον, Εἰλειθυία
20δέ ἐστιν ἡ θεά· ἡ ἐπέχουσα τὰς ὠδῖνας· βραβεύει ἐπι‐ ψηφίζεται· διανέμει καὶ βραβευτής· δωικητής κριτής· ὀριστής.
23tἈρχὴ τοῦ Γ.
24γλαφυρώτατος, ἡδύς· καλὸς σοφός· ἔμπειρος, ἀκρι‐
25βὴς καὶ παραμενάνδρω, ὁ εὐτράπελος· γίνεται, παρὰ τὸ γλάφω, τὸ διορύττω, καὶ κοιλαίνω. γλαφυρὸν ἐπὶ τοῦ κοίλου· ἐπὶ δὲ τοῦ ἡδέως τὸ διορύττων· καὶ κινοῦν πρὸς ἡδονὴν τὴν ἀκοήν. γνωματεύοντες διακρίνοντες· διαγι‐ νώσκοντες ἀκριβῶς, παρὰ τὸ γνώμη καὶ μαντεύω ὃ ση‐
30μαίνει τὸ ζητῶ· γεγανωμένος, λελαμπροσμένος ἢ κεκαλω‐ πισμένος. γλωχῖνα, σημαίνει τὴν ἀγωνίαν, παρὰ τὸ γλάπτω τὸ κοιλαίνω· ἢ παρὰ τὸ γλάχω γίνεται γλωχίν. γήπαιδες οἱ λεγόμενοι, λογγίβαρδοι, οἱονεὶ γεττίπαιδες· οἱ τῶν γεττῶν, παῖδες· γλιχόμενοι· ἐπιθυμῶν. γέρρον
35Περσικὰ μὲν εἰσὶν ὅπλα· κυρίως δὲ τὰ γέρρα· κατὰ χρη‐ στικῶς δὲ καὶ ἅπαν σκέπασμα, εἶτε δερμάτινον εἴτε ἐξ ἄλλης τινὸς ὕλης· λέγονται δὲ καὶ τὰ γυναικεῖα αἰδοῖα παρὰ Σικελοῖς, οἷον, δερατινὰ ὄντα παρὰ τὸ δέρας ὃ ση‐ μαίνει τὸ δέρμα· γριφῶδες, σημαίνει τὸ δύσκολον· καὶ
40συμπεπλεγμένον λόγιον· λέγονται δὲ καὶ γρίφοι, τὰ δύκτια· καὶ τὰ συμπόσια, καὶ ζητήματα· γίνεται δὲ παρὰ τὸ ἀγρεύειν, ὃ ἔστιν, ἐπιζητεῖν. γεγωνότερον· ἐξακουστότερον· λαμπρότερον· γέγωνε, παρὰ τὸ φωνῶ τροπῆ τοῦ φ εἰς γ, γωνῶ· ὁ μέλλων, γωνήσω· ὁ μέσος
45παρακείμενος γέγωνα· ἡ μετοχὴ, ὁ γεγωνῶς· καὶ ἐξ αὐ‐ τοῦ γεγωνότερον ἐπίρρημα. γρυπὸς ὁ ἐπικεκαμένην ἔχαον τὴν ῥῖνα· ῥυβὸν γάρ ἐστι τὸ ἐπικαμπὲς, παρ’ ἀωλεῦσιν ἤτοι ῥ...βὸν, καὶ (a m. rec.) κατὰ τροπὴν τοῦ β εἰς π, καὶ πλεονασμῶ τοῦ γ, γρυπός· ἢ παρὰ τὸ ῥέπω,

622

(50)

ῥεπὸς καὶ ῥυπός· καὶ γρυπός· ἢ ἐφ’ ἑνὶ τῶ μέρει, ῥέ‐ πουσα ῥίς. γωρυτὸς ἡ θήκη τῶν βελῶν, ἀπὸ τοῦ χωρεῖν· τοὺς ῥυτοὺς ἤγουν τὰ βέλη.
53tἈρχὴ τοῦ Δ.
54διωλόγιον, μακρόν· ἐκτάσει τοῦ ω εἰς ω· καὶ πλεο‐
55νασμῶ τοῦ δ, διωλώγιον· δακμωνέστατοι, ἐμπειρώτατοι
τεχνικώτατοι, ἐπιστημονικώταται· παρὰ τὸ δαίω, τὸ622

623

μανθάνω· διηθείας ἄνευ πόνου, καὶ δυσπαθείας· καὶ κακοπαθείας. δύηγον, ἡ κακοπάθεια· λυή τις οὖσα, ἡ λύουσα τὰ βέλη· ὅθεν καὶ δοῦλος ὁ δυστυχὴς καὶ κακῶς πάσχων δύηλος τὶς ὤν. διάττειν, ὁρμᾷν· ξέχειν· ἢ δά‐
5κνειν· οἷον διαθεῖν· ἀπὸ τοῦ θέω τὸ τρέχω· τροπῆ τοῦ θ εἰς τ· καὶ πλεονασμῶ ἑτέρου τ. δεκατευτήριον, τε‐ λωνεῖον, ἀπὸ τοῦ δεκατάτης· τοῦτο, παρὰ τὸ δεκα‐ τεύειν· τοῦτο δὲ ἀπὸ τοῦ δέκα· τὰ ἐκ τῶν πολεμίων ληφθέντα ἐδεκατεύοντο, θεοῖς· διὸ κυρίως δεκευτεῦσαι τὸ
10καθιερῶσαι. δόνακες, κάλαμοι· παρὰ τὸ δονῶ τὸ συ‐ στρέφω· διακηρυκεύεται, διὰ κηρύκων· συνθήκας ἢ πρες‐ βείας ποιεῖται· γίνεται δὲ παρὰ τῆς κήρυξ κήρυκος γενι‐ κῆς· τό δε κήρυξ, παρὰ τὸ κηρύσσω τοῦτο παρὰ τὸ γῆρυς, ὃ σημαίνει τὴν φωνήν· τοῦτο δὲ παρὰ τὸ χῶ, τὸ
15χωρῶ· ἡ διὰ τῆς τραχείας ἀρτυρείας χωροῦσα. διφθέρα, ὅσα κατ’ ἐκείνην δήπου φέρεται τὴν διφθέραν, τὸ γραμ‐ ματεῖον, ἢ βιβλίον, ἢ βύρσαν· ἢ δέλτον· οἷον δυοφθέ‐ ραν τοῖς ἐν τοῖς δύο μέρεσιν φέρουσαν τὰ γράμματα. δαι‐ ταλεῦσιν ὃ σημαίνει, δαιτυμώση, θιασῶτες, ἢ συμπόταις
20παρὰ τὸ δαῖτα, ὃ σημαίνει, τὴν εὐωχίαν· ἢ παρὰ τὸ δαίω, τὸ εὐωχοῦμαι· δαιαλεὺς καὶ πλεονασμῶ τοῦ τ, δαιταλεύς· διασεσοβημένος, τεταραγμένος· τεθορυβημέ‐ νος· σοφεῖν γὰρ τὸ τρέχειν· παρὰ τὸ σεύω τὸ ὁρμῶ. διαρρήδην, φανερῶς· σαφῶς παρὰ τὸ ῥῶ τὸ λέγω· ὁ
25μέλλων ῥήσω· ῥήδην, καὶ διαρρήδην· δρύφακτοι ξύλινοι θώρακες· τὰ διαφράγματα· ἢ τὰ περιτειχίσματα· ἢ αἱ τῶν δικαστηρίων, θύραι, ἤγουν τὰ κάγγελα· διαμπὰξ (μ a m. rec.) διόλου ἢ διαπαντός· ἐκ τοῦ διαρπάζω· ἀποβολῇ τοῦ ω διαρπὰξ, καὶ τροπῆ τοῦ ρ εἰς μ, διαμπάξ.
30tἈρχὴ τοῦ Ε.
31 ἐμπεδῶσαι, βεβαιῶσαι. ἐνισχύσαι· ἀσφαλίσασθαι· ἐδραιῶσαι· καὶ ἔμπεδον, τὸ ἑδραῖον, καὶ βέβαιον· παρὰ τὸ πέδον, παρὰ τὸ ἕω τὸ καθέζομαι· ἔδον· καὶ πλεο‐ νασμῶ τοῦ π πέδον· ἢ παρὰ τὸ ἕζω τὸ καθέζομαι.
35ἐνέρσει· συμπλοκῆ· παρὰ τὸ εἵρω, τὸ συμπλέκω· ἐξ οὗ καὶ σειρὰ, ἡ πλοκή· καὶ πλεονασμῶ τοῦ ς, εἴρσω· καὶ ἐξ αὐτοῦ, ἔρσις καὶ ἔνερσις. ἐγχρίπτουσα· προστρίβου‐ σα· καὶ προσπελάζουσα· οἱονεὶ, τοῦ χρωτὸς ἀπτομένη·
40ἢ παρὰ τὸ ἐγχρῶ· ὃ ἔστιν εἰς χρῶτα πάνυ ἐγγὺς, ὥστε πάνυ ἐφάπτεσθαι. ἐγχρῶ οὖν καὶ ἐγχραύω καὶ ἐγχραύ‐ πτω· καὶ ἐγχρίπτω· ἐκβολῆ τοῦ α· καὶ τροπῆ τοῦ υ εἰς ι. ἐπεκερτόμει ἐχλεύαζεν· ἔσκωπτεν· ἡρεθίζων παρὰ τὸ κέαρ ὃ σημαίνει τὴν ψυχήν· καὶ τὸ τέμνω· κερτο‐
45μεῖν οὖν, τὸ κέαρ τέμνειν. εἰσήρρησεν εἰσεφθάρη· εἰς‐ επήδησεν ἐς νέωτα, τὸν πόλεμον μεταθέσθαι· τὸ ἐπιὸν ἔτος, ἢ τὸ μέλλον· παρὰ τὸ ἔνος ὃ σημαίνει τὸν ἐνιαυ‐ τόν· ἔνοστα· καὶ ἀποβολῆ τοῦ ς, καὶ ἐκτάσει τοῦ ο εἰς ω καὶ ἐν ὑπερθέσει τοῦ ν, νέωτα. ἐπίσωτρα, τὰ κύκλω

623

(50)

τῶν τοῦ ἅρματος τροχῶν σιδήρια· παρὰ τὸ σῶ ὃ σημαί‐ νει τὸ ὁρμῶ· ὁ μέλλων, σώσω· ὄνομα ῥηματικόν· σῶ‐ στρον, καὶ ἐπίσωστρον· τὸ ἐκτὸς τῶν τροχῶν σιδήριον· ἐρυμνώσας ἰσχυροποίησας· πυκνώσας· ἀσφαλισάμενος· ἀπὸ τοῦ ἐρυμνῶ· τοῦτο, παρὰ τὸ ἔρυμα· ὃ σημαίνει τὴν
55ἀσφάλειαν· ἐρυμῶ καὶ πλεονασμῶ τοῦ ν, ἐρυμνῶ· τὸ δὲ ἔρυμα, παρὰ τὸ ἐρύω ἑλκύω· ἢ παρὰ τὸ ἐρύω τὸ φυ‐ λάσσω. ἐνερόχρωτες, νεκρόχρωτες· νεκροῦ χροιὰν ἔχον‐ τες· ἔνεροι γὰρ οἱ νεκροί· οἱ ἐν τῆ ἔρα ὄντες· τουτ’‐ ἔστιν ἐν τῆ γῆ· ἔνθων καὶ τὸ πίπτειν ἔραζε εἰς τὴν
60γῆν. ἑωλοηκρασία, ἔθος ἦν τοῖς νέοις δειπνοῦσι καὶ623

624

νυκτερεύουσι, κατέχειν τῶν ἑώλων δείπνων τοὺς ζωμοὺς, τῶν κοιμωμένων πρὸς τοιαύτην παιδείαν τετραμμένοι, ἑωλοκρασία γὰρ ἠχθεσινὴ, μέθη· ἕωλον τὸ χθεσινόν. ἔστεργεν ὑπέμενεν· ἢ ἠγάπα· ἐπέσκεψε (m. rec. corr.
5ἐπέσκηψεν) ἐνετείλατο σημαίνει. ἐτώθαζον ἔσκωπτον· διέσυρον· σημαίνει δὲ καὶ τὸ ἐσχόλαζον· γίνεται δὲ παρὰ τὸ ὤθω· ὠθάζω· καὶ τωθάζω· ἐπιθειάσας ἐπιθαυμά‐ σας· τὸ θεῖον· εἰσδεδεγμένος· θεοφρουρούμενος (m. rec. corr. θεοφρορούμενος) παρὰ τὸ θεὸς ὄνομα, θεῶ ῥῆμα·
10ὁ α ἀόριστος, ἐθέασα· ἡ μετοχὴ, ὁ θεάσας, πλεο‐ νασμῶ τοῦ ι, θειάσας. εἴσῃ, γνώση· μαθήσῃ· παρὰ τὸ εἴδω τὸ γινώσκω· σημαίνει δὲ τὸ εἴδω, ζ· εἴδω, τὸ γινώσκω, συντάσεται πτώσει, αἰτιατικῆ· μάλ· δ’ εἴσεται αὐτόν· εἴδω τὸ ὁμοιῶ, πτώσει δοτικῆ· εἰδομένη γαλόω·
15εἴδω τὸ ὁρῶ, αἰτιατικῆ· ὡς εἶδον Ἥφεστον· εἴδω τὸ διέρ‐ χομαι, γενικῆ· διαπροδεείσατο καὶ τῆς· εἴδω τὸ δοκῶ, αἰτιατικῆ εἴσατο δ’ ἐς Λήμνου εἶναι· εἴδω τὸ ὁρμῶ· γε‐ νικῆ· εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά. ἐσκαλευκότες, ἐρανήσαντες. ἐκεχειρία σημαίνει τὴν ἀνάπαυσιν καὶ ἀνα‐
20κωχήν· κυρίως ἐπὶ τοῦ πολέμου· παρὰ τὸ ἔχω ῥῆμα· καὶ τὸ χεὶρ χειρὸς, γίνεται ἐχεχειρία, καὶ τροπῆ τοῦ χ εἰς κ. ἐρεσχηλῶ τὸ φλυαρῶ· σημαίνει δὲ τὸ ἑκουσίως· τὸ κακὸν ἐκλεξάμενος· ἐνεόχμωσεν, ἠλλοίωσεν· ἢ ἐκαι‐ νοποίησεν· ἀπὸ τοῦ νέος καὶ τοῦ ἔχω· νεοέχω· καὶ κατὰ
25συγκοπὴν καὶ πλεονασμῶ τοῦ μ νεοχμῶ. ἔκπυστα· ἐξά‐ κουστα· ἄρρητα· ἐκ τοῦ πεύθω τὸ ἀκούω, γίνεται πυστὰ καὶ ἔκπυστα· ἐπιθρυλοῦντες, ἐνοχλοῦντες· θορυβοῦντες· ἐκ τοῦ θρυλῶ τοῦτο, παρὰ τὸ θροῦς, θροὸς, θροῶ· καὶ πλεονασμῶ τοῦ λ· καὶ τροπῆ τοῦ ο εἰς υ θρυλῶ· ἔρανος,
30τὸ ἐκσυνεισφορᾶς δεῖπνον, ἢ ἐντολὴ ἢ συλλογή· ἀπὸ τοῦ ἐρῶ τὸ ἐπιθυμῶ· ὁ μέλλων ἐράσω· καὶ ἐξ αὐτοῦ ἔρανος· τὸ δὲ ἐρῶ, σημαίνει δ τὸ ἐπιθυμῶ τὸ λέγω· τὸ ἐρωτῶ καὶ τὸ φθείρω. ἐγκάρσιον, πλάγιον· παρὰ τὸ κείρω τὸ κόπτω· ὁ μέλλων Αἰολικῶς, κέρσω· καὶ
35ἐξ αὐτοῦ κέρσιος· καὶ ἐγκάρσιος· εἰρωνεύεσθαι, ψευ‐ δολογεῖν· χλευάζειν, ὑποκρίνεσθαι· παρὰ τὸ εἴρων εἴρω‐ νος, εἰρωνεύω· τοῦτο δὲ παρὰ τὸ εἴρω τὸ λέγω· ἐξ οὗ καὶ ἴρος ὁ σημαίνει, τὸν φλύαρον· εὐήθεια· μωρία· ἄνοια· ἔπαλξις, ὁ προμαχῶν· ἐπάλαξις τὶς οὖσα· ἀπὸ
40τοῦ ἀλεξῶ ῥήματος· περισπώμενον· τοῦτο παρὰ τὸ ἀλέ‐ γω ἀλέξω· καὶ μετάγεται ὁ μέλλων, εἰς ἐνεστῶτα καὶ γίνεται ἀλεξῶ. ἐφεῖντο· ἔστιν ἕω ῥῆμα· καὶ σημαίνει τὸ κορενύω, ὡς τὸ ἐπεῖκ’ ἑῶμεν πολέμοιο, Ὅμηρος ἀντὶ τοῦ κορεσθῶμεν· καὶ ἐξ αὐτοῦ παράγωγον, ἔημι· τὸ πα‐
45θητικὸν, ἔεμαι εἷμαι κατὰ κράσιν, ὁ παρατατικὸς, εἵμην. τὸ τρίτον τῶν πληθυντικῶν εἷντο· καὶ μετὰ τῆς ἐπὶ προ‐ θέσεως ἐφεῖντο· ἀντὶ τοῦ ἀπολαύσουσιν· ἐναβρύνεσθαι, μεγαλοφρονεῖν, καὶ καυχᾶσθαι. ἐπεβάτευσεν, ἐπῆλθεν ἐπέβη· κυρίως δὲ ἐπὶ νηὸς ἐπιβαλῶν λέγονται· οἱ μὴ

624

(50)

ἐρέσσοντες ἀλλὰ μαχόμενοι. ἑάλω, ἐλήφθη· ῥῆμα ἔστιν, ἀλῶ· καὶ σημαίνει τὸ πορθῶ, ὁ μέλλων, ἀλώσω· ὁ δεύ‐ τερος ἀόριστος, ἤλων· τὸ τρίτον, ἤλω· καὶ τροπῆ τοῦ η εἰς ε· καὶ πλεονασμῶ τοῦ α ἑάλω. ἔξορος ὁ παλαιός· ἐσκευωρῆσθαι κατεστοχᾶσθαι ἐπιβεβουλεῦσθαι· γίνεται
55δὲ τὸ σκευωρῶ, ἀπὸ τοῦ κεύθω τὸ κρύπτω· πλεονασμῶ τοῦ ς καὶ ἐκβολῆ τοῦ θ. ἐπιτροχάδην, ἐπειγμίως. ἐπι‐ έζουν· ἐβαροῦντο ἐδαμάζοντο· ἐσφίγγοντο· ἐφείμενον, ἐν‐ τεταλμένον· καὶ προστεταγμένον, ἀπὸ τοῦ ἐφίημι· ὁ πα‐ ρακείμενος ἐφῆκα· ὁ παθητικὸς ἐφέεμαι· καὶ πλεονασμῶ
60τοῦ ι ἐφείμαι· ἡ μετοχὴ ὁ ἐφειμένος καὶ ἐφιμένον·624

625

ἐλεηλάτει· ἤγουν μαλώτευε· καὶ ἐληστεύων. ἥρπαζεν, ἀπὸ τοῦ θέματος, λεηλατῶ· τοῦτο παρὰ τὸ λεὼς, καὶ τοῦ ἀτῶ, ὃ σημαίνει τὸ βλάπτω, γίνεται, λεωλατῶ καὶ τροπῆ τοῦ ω εἰς η καὶ πλεονασμῶ τοῦ λεηλατῶ· τὸ τὸν
5λεῶν βλάπτων. ἐκμαγεῖον ἐκτύπωμα. ἐκφράγισμα· ἐκ τοῦ ἐκμάσσω ῥήματος· ἐναυχος ὁ ἔμπνως. ἐλινύειν· ἀρ‐ γεῖν σχολάζειν. εὐτραπελία, ἡ μωρολογία· κουφότις ἀπαιδευσία. ἐνείρω, τὸ συμπλέκω. ἐσύχαζον ἐσυκοφάν‐ τει ἐλοιδόρει. ἀμενὴς, ἔμψυχος μέγα μένος ἔχων.
10τοῦτ’ἐστι ψυχὴν ἢ προθυμίαν· ἔζαμενὴς ὁ ἄγαν (sic corr. pro ἄγης) ὀργίλος.
12tἈρχὴ τοῦ Ζ.
13 ζωάγρια, ἄποινα τὰ ὑπὲρ τὸ ζῆν διδόμενα. ζάκορος, ὁ νεωκόρος τὸ γὰρ ζα οὐκέστιν ἐνταῦθα ἐπιτατικὸν, ἀλλὰ
15ἀντὶ τῆς δια προθέσεως· ἴνα ἦ διάκορος οἱ γὰρ Αἰολεῖς καὶ οἱ Ἀττικοὶ τὴν διὰ ζα λέγουσιν.
17tἈρχὴ τοῦ Η.
18 ἤρεψεν· ἐστέγασεν· ἐσκέπασεν· ἀπὸ τοῦ ἐρέφω. ἠλύσιον τὴν τῶν μακάρων νῆσον· εἴρηται ἐν ἴσω τὸ ἀλύ‐
20σιον· ὅπου δὶς λύονται αἱ ψυχαὶ τῶν σωμάτων· ἢ ἀλύ‐ σιον ὅθεν οὐκ ἀναλύει τις· λέγει δὲ ἠλύσιον, ἱερὸν πε‐ δίον· παρὰ τὴν ῥόδον· οἱ δὲ περὶ τὴν Αἴγυπτον· ἢ Λέσβον. ἡβηδὸν, ἀθρόον ὅλα καθ’ ἡλικίαν· ἢ κατὰ νεότητα, ἥβη γὰρ ἡ νεότης· παρὰ τὸ βῶ, τὸ βαίνω· ἡβῶ·
25καὶ ἐξ αὐτοῦ ἥβη. ἠωρῆσθαι, ἠρθῆσθαι· κρεμᾶσθαι· ἀπὸ τοῦ ἀηρῶ· τοῦτο παρὰ τὸ ἀὴρ, ἀηρῶ· καὶ τροπῆ τοῦ η εἰς ω καὶ πλεονασμῶ τοῦ ι αἰωρῶ, καὶ ἀπαιωρῶ.
28tἈρχὴ τοῦ Θ.
29Θαμίζειν ὁμιλεῖν καὶ πυκνῶς ἔρχεσθαι ἀπὸ τοῦ θαμὰ
30ἐπίρρημα. θρυλοῦντες ἀπὸ τοῦ θροῦς καὶ τὸ ἐλῶ τὸ ἐλαύνω οἱωνεὶ, θροῦν ἐλῶντες· τοῦτ’ἐστι θόρυβον ἐγεί‐ ροντες. θρυγγῶ, ὁ περιτρέχων κύκλος· οἱονεὶ στέφανος. θητικὸν, θεραπευτικόν· ἐργαστιτικόν. θεοκλυτοῦσιν ὡς θεοὺς ἐπικαλοῦνται· παρὰ τὸ θεὸς καὶ τὸ κλύω τὸ
35ἀκούω. θωπεία ἡ κολακεία· καὶ θῶπες, οἱ κόλακες· ἀπὸ τοῦ θωπεύω τοῦτο παρὰ τὸ θώψ θωπός· ὅπερ ἔστι θηρίον ἀπατηλόν.
38tἈρχὴ τοῦ Ι.
39Ἰλϋσπῶντο, ἰλυσπᾶσθαι ἐστὶ, τὸ παρὰ τὸ πλησίως
40τοῖς σκώληξι· καὶ τοῖς ὄφεσιν ἰέναι· οἱονεὶ ἐν τῆ ἀλύϊ σπᾶσθαι· τοῦτέστιν ἐν τῆ γῆ κυλίεσθαι. ἰθαγενεῖς οἱ γνήσιοι παῖδες (Cod. παίδες)· καὶ μὴ ἐκ παλακίδος, οἷον αὐθιγενεῖς τινές· ὄντες· οἱ αὐτόθι γεγεννημένοι. ἴωντο, προεθυμοῦντο· ἀπὸ τοῦ ἴημι τὸ ἴεμαι· ὁ παθητικὸς πα‐
45ρατατικὸς, ἰέμην· καὶ τὸ τρίτον τῶν πληθυντικῶν, ἴεντο. ἴδριας· σοφούς· ἐπιστήμονας· ἐμπείρους· ἀπὸ τοῦ εἴδω ὁ μέλλων, εἴσω· καὶ ἐξ αὐτοῦ εἶδις· καὶ πλεο‐ νασμῶ τοῦ ρ· καὶ ἐκβολῆ τοῦ ε, ἴδρυες. ἴυγγι βοῆ φωνῆ· καὶ ἰύζει, ἀντὶ τοῦ βοᾶ· λέγεται δὲ καὶ ἴυγγιξ·

625

(50)

σύριξ μονοκάλαμος· καὶ ὄρνεον τὸ λεγόμενον, σεισοπύ‐ γης. σημαίνει δὲ καὶ ὠδήν· καὶ ἰυγμὸς φωνῆ καὶ συ‐ ριγμὸς καὶ Ὅμηρος· οἱ δ’ ἰύζοντες ἕποντο· τοῦτέστιν· οἱ συρίζοντες· ἔστι δὲ πεποιημένη φωνή. ἰτέον πορευ‐ τέον· ἀπὸ τοῦ ειμι ῥήματος· ὁ δεύτερος ἀόριστος ἦν ἡ
55μετοχὴ εἰς ἔντος· τὸ προστατικὸν ἔθι· τροπῆ τοῦ ε εἰς ι, ὄθι· καὶ ἐξ αὐτοῦ ἴθεον· καὶ τροπῆ τοῦ θ εἰς τ,
ἰτέον· ἰσχνὸν ἀλπεινὸν ἢ σαπρὸν καὶ εἰ μὲν σημαίνει τὸ625

626

θαλπεινὸν, παρὰ τὸ ἡδύνω τὸ εὐφραίνομαι· εἰ δὲ τὸ σα‐ πρὸν, παρὰ τὸ ἴημι τὸ πέμπω· οἷον τὸ ἀπόπεμπτον.
3tἈρχὴ τοῦ Κ.
4Κατασπιλάζοντες, κατὰ κρύπτοντες ἀπὸ μεταφορᾶς
5τῶν ὑφάλων πέτρων· αἵτινες ὑπὸ τοῦ ὕδατος, καλυπτό‐ μεναι τοῖς ἀπροόπτως πρὸς πελάζουσι κίνδυνον ἐπιφέρουσι. κατακλᾶν συντρίβειν.
8tἈρχὴ τοῦ Λ.
9Λεμβὸς τὸ ἐφόλκιον· καὶ λεμβαρκοι (sic forte) οἱ ἐν φολ‐
10κίω πλέοντες. λοχμηθάμνος ὕλη· σύνδενδρος τόπος, παρὰ τὸ λοχᾶν ἐν αὐτῶ· τοῦτέστιν, ἐνεδρεύειν· ἔστιν οὖν λοχῶ λόχη· καὶ πλεονασμῶ τοῦ μ λόχμη· λώστοι· βέλλιστοι ἠγα‐ πημένοι· ἔστι δὲ ὄνομα ὑπερθετικόν· ἀπὸ τοῦ λῶος τὸ ὑπερ‐ θετικὸν λῶστος· τοῦτο, παρὰ τὸ λῶ, τὸ θέλω· τὸ γὰρ κα‐
15λὸν, πάντες θέλουσι. λιχμώμενος, παρὰ τὸ λείχω τὸ ἀπὸ σπονγγίζω· ἀπὸ τοῦ λιχμῶ δευτέρας συζυγίας τῶν περι‐ σπωμένων· τοῦτο ἀπὸ τοῦ λείχω πλεονασμῶ τοῦ μ λιχμῶ· τὸ λι, ι διατί· ἐπειδὴ οὐ πάντη ἀκολουθοῦσι, τὰ παράγωγα τοῖς πρωτοτύποις. λίχνοι οἱ πολυπράγμονες
20καὶ οἱ λείμαργοι, παρὰ τὸ λίαν χένειν. λαιὸν σημαίνει τὸ ἀριστερόν· καὶ λαιὰ χεὶρ, ἡ ἀριστερὰ παρὰ τὸ λε‐ λιᾶσθαι καὶ κεχωρίσθαι τῶν πράξεων. λϊγυϊῶδες τὸ ἀσβολῶδες· καὶ καπνῶδες· λιγνὺς γὰρ λέγεται ὁ ἀπὸ καιομένων αἰλαιωδῶν· γινώμενος καπνός· Ὅμηρος, λι‐
25γνὺν αἰθαλόεσσαν. διαφέρει γὰρ καπνὸς καὶ κνίσσα καὶ λιγνὺς καὶ αἰθάλη· καπνὸς ὁ ἀπὸ ξύλων γινόμενος· κνίσ‐ σα δὲ ἀπὸ κρεῶν καιομένων· λιγνὺς, ἀπὸ αἰλαιωδῶν· αἰθάλη ἀπὸ ἀσβέστου· καπνός. μαπία, σπονγγίστρα, παρὰ τὸ μάσσω τὸ μαλάττω· μετωπηδὸν, ἀντὶ τοῦ ἔμ‐
30προσθεν τῶν ὠπῶν τοῦτέστι τῶν ὀφθαλμῶν. μεμυκέναι, καμύσαι· σημαίνει δὲ τὸ ἠχῆσαι· ἀπὸ τοῦ μυκῶ μυκήσω μεμύκηκα· ὁ μέσος μέμυκα· τὸ τρίτον, μέμυκε καὶ τὸ ἀπαρέμφατον, μεμυκέναι. μῶν ἀντὶ τοῦ ἆρα· ἀπορηματικοῦ συνδέσμου συνετέθη ἀπὸ τῆς μῆ ἀπαγορεύσεως· καὶ τοῦ οὖν
35συνδέσμου· καὶ ἐγίνετο μηοὖν ἀποβολῆ τοῦ η μοὖν· καὶ τροπῆ Δωρικῶς τῆς ου εἰς ων, μῶν, διὸ καὶ περισπᾶται. μειονεκτεῖσθαι, τοῦτέστι, κρατεῖσθαι. μελιταῖα, κυνί‐ δια· μικρὰ παρὰ τὸ μέλλω τὸ φροντίζω· τὰ ἐπιμελείας χρείαν ἔχοντα, ἀπὸ τῆς Μελίτης νήσου, γίνεται μελι‐
40ταῖα· ἐν αὐτῆ γὰρ γίνονται μικρὰ κϋνάρια. μηρίνθους σχοινία· σπάρτα· δεσμά. μεθ’ ἄφες· ἐλέλια (sic) ἀπὸ τοῦ ἴημι ὁ δεύτερος ἀόριστος ἦν· ἡ μετοχὴ εἰς ἕντο· καὶ τὸ προστατικὸν ἕς. (in marg. καὶ μετὰ τῆς προθέσεως μέθες· σεσημαίωσαι γὰρ καὶ τὸ θὲς, δὸς, ἕς.) μαινό‐
45λης ὁ μαινόμενος· ἢ μανιοπὸς γίνεται· μαινόλης· παρὰ τὸ μαίνω καὶ τὸ ὅλος· ὥσπερ τὸ ἐξώλης· καὶ ποιώλης (corr. πειώλης) καὶ πανώλης· ἅπαντα γὰρ διὰ τοῦ ω μεγάλου γράφεται· πλὴν τοῦ μαινόλης. μαγίδες, παρὰ τῆς Ἄραψι τὸ κοντάριον. μάζας ψωμῶς· ἀπὸ τοῦ μάσ‐

626

(50)

σω τὸ μαλάσσω· τροπῆ τοῦ δύο σς μάζα· μυττωτὸν τρίμμα ἐξαρτϋμάτων πολλῶν συντιθέμενον· οἱ δὲ Ἀττικοὶ ὑπότριμμα τι μετὰ σκορόδου, γινόμενον, ἔνιοι δὲ πλα‐ κοῦντα διαλαχάνων συντιθέμενον· βέλτιον δὲ τὸ διασκο‐ ρόδων τρίμμα, ὡς εἶναι παρὰ μυσάττεσθαι τὴν δυσωδίαν·
55μυσσωτον, καὶ μυσσωτόν. μύδρος ὁ ἀργὸς σίδηρος· τίθεται δὲ καὶ ἐπὶ ἀναισθήτων· καλεῖται δὲ καὶ ὁ διά‐ πυρος σίδηρος· μύδρος ἐκ τοῦ μύζω τῶ ἠχῶ ῥῆμα, γίνε‐ ται πεποιημένη φωνή. μεμερτινὸς, μέμερτος ἐν Ἰταλία
ὁ Ἄρης, ὄθεν καὶ οἱ ἐν Σικελία κατοικήσαντες στρατιῶται,626

627

μεμερτινοὶ ὀνομάσθησαν· οἱ ἴσα ἐργαζόμενοι Ἄρηϊ· ἄπαι δρυμοί· φάραγγες κοιλάδες· παρὰ τὸ πίω ῥῆμα· καὶ μετὰ τοῦ στερητικοῦ α, ἄπη μετὰ τοῦ νη στερητικοῦ, νηάπη· καὶ ἐν συγκοπῆ νάπη· οἱονεὶ ἡ ἄγαν πίνουσα.
5tἈρχὴ τοῦ Ν.
6 Νήσαντες σωρεύσαντες· ἐκ τοῦ νῶ τὸ σωρεύω· ὁ μέλ‐ λων νήσω· ἐξ οὗ καὶ νηδὺς ἡ γαστήρ· παρὰ τὸ νενῆσθαι καὶ σεσωρεῦσθαι· καὶ πεπληρῶσθαι εἰς αὐτὴν τὰ βρώ‐ ματα. νῶ δὲ τὸ κολυμβῶ· ἐξ οὗ καὶ νῆσος καὶ ναῦς·
10ἡ πᾶν μέρος ἐν τῆ θαλάσση ἔχουσα· ὥσπερ τὰ νηχόμενα σώματα. νῶ τὸ ῥέω, ὁ μέλλων νάσω· καὶ νάρον τὸ ὑγρὸν, ὡς φησὶ Σοφοκλῆς ἐν Τρωίλω· πρὸς ναρὰ κρηναῖα χωροῦμεν ποτά. νῶ τὸ νήθω· ἐξ οὗ καὶ νῆμα. νηποινὶ, ἀτιμωρητί. νηπενθὲς, ἀπένθητον. ἢ προσφάτως πεν‐
15θούμενον. νεοχμοῦντα, μετακοσμούμενα. νεοχμὸς, ἄπο‐ νος καὶ ἄκοπος. νεωστὶ εἰργασμένως. ξυνεδεδέατο· συν‐ δεδεμένοι ἦσαν· ἀπὸ τοῦ δέω τὸ δεσμεύω· ὁ παθητικὸς ὑπερσυντελικὸς, ἐδεδέμην· τὸ τρίτον τῶν πληθυντικῶν ἐδέδεντο· καὶ τὸ Ἰωνικὸν ἐδεδέατο· μετὰ τῆς συν προθέ‐
20σεως, καὶ τροπῆ τοῦ ς εἰς ξ, ξυνεδεδέατο. ξυνάρασθαι συναρμόσασθαι κατὰ θέσθαι· ἀπὸ τοῦ ἀρῶ τὸ ἁρμόζω, ἄρασθαι καὶ ξυνάρασθαι. ξυναυλιζόμενοι, συναθροιζό‐ μενοι· ἢ συνεσθίοντες· ξυνίστωρ, συνπράκτωρ, σύνβου‐ λος· συγγνώστης παρὰ τὸ εἴδω τὸ γινώσκω· ὁ μέσος
25εἴσω· ἐκ τούτου, ἴστωρ. ξυνερρώειν συνερράγη διελύθη· ἀπὸ τοῦ ῥήσω ἔρρηγα, ἐρρέγειν καὶ τροπῆ τοῦ η εἰς ω, ἐρρώγειν. ξύμκλιδες· σύμμαχοι παρείσακτοι. οὐτιδανὸν, μὴ δαμινόν· οὐδενὸς λόγου ἄξιον· ἐκ τῆς ου ἀρνητικοῦ καὶ τοῦ τίς· ὁ σημαίνει τὸ οὐδεὶς, γίνεται οὖτις ἡ γε‐
30νικὴ οὔτινος· οὐτιανὸς καὶ πλεονασμῶ τοῦ δ οὐτιδανός. ὄχανος, ὁ δεσμός· ἢ ὁ λῶρος· ἐξ οὗ ἀποκρέμαται ἡ ἀσπὶς, γίνεται παρὰ τὸ ἔχω τὸ κρατῶ· τροπῆ τοῦ ε εἰς ο. ὀργῶντας ἐπιτεταμένως ἐπιθυμοῦντας· ἀπὸ τοῦ ὀργῶ· τὸ ἀκμάζω· τοῦτο παρὰ τὸ ὀρέγω τὸ ἐπιθυμῶ·
35καὶ συγκοπῆ ὀργῶ. ὀμαιχμία, ἡ συμμαχία· παρὰ τὸ αἰχμὴ καὶ τὸ ὁμοῦ· γίνεται, ὁμοαιχμία· καὶ ὁμαιχμία. σημαίνει δὲ καὶ τὴν εἰρήνην· συμβαίνει γὰρ εἰρηνευόντων τινῶν, ὁμοῦ τὰς χεῖρας, ἔχειν. ὁσημέραι πάντοτε· καθ’ ἡμέραν οἰδαίνειν, θυμοῦσθαι· ἐπέρεσθαι φύσασθαι.
40ὀφρυάζοντα, ὀφρυάζειν λέγεται, τὸ τοὺς ὀφρύας νεύειν, τοῦτο παρὰ τὸ ὀφρύς· δηλοὶ καὶ τὴν προβολήν· τῶν ὀρέων καὶ ἡμῶν τῶν ὄψεων· ὀρσοθύρη· θυρὶς δι’ ἧς εἰς ὑπερῶον ὑπάρχει ἀνάβασις, παρὰ τὸ ὁρῶ τὸ διεγείρω· ὁ μέσος Αἰολικὸς, ὄρσω· καὶ τὸ θύρα γίνεται, ὀρσοθύρη.
45ὀθνεῖον, μάταιον· ξένον· ἀλλότριον τὸ ἐξάλου γένους καὶ οὐ προσῆκον· ἔνιοι οὐ συγγενὴς, ἀλλὰ παρὰ τὸ νόθος, νοθεῖος καθυπερβιβασμῶ, ὀθνεῖος· ὀρεῦσιν, ἡμιόνοις· παρὰ τὸ ἐν ὄρεσι πλέον τῶν ἄλλων ζώων, δύνασθαι ἐργάζεσθαι· ἢ παρὰ τὸ οὐρώδηγος (sic) ἢν ἔχειν ἔνθεν

627

(50)

ταῖς συνουσίαις· οὐ λαμβάνουσιν οὐδὲ τεκνογονοῦσιν. ὀμο‐ γνύω ὀμογενῶ τοῦτέστιν ἀδελφῶ οἷον ὁμο̈γνύω τοῦτέστιν, τὸ ἐκ τῆς αὐτῆς γονῆς. οὐριοδρομήσαντες φρουροῦ ἀνέμου πλεύσαντες. οὖρος, ὀφορὸς, ἄνεμος· λέγεται δὲ καὶ οὖρος ὁ φύλαξ καὶ ἰθυντήρ. οὖρος δὲ ὁ ἄνεμος, παρὰ
55τὸ οὐρόειν· ὅ ἐστιν ὁρμᾶν. ὁ δὲ φύλαξ, παρὰ τὸ οὐρῶ λέγεται δὲ καὶ φρουρός. οἷον πρόορος τὶς ὤν· καὶ ἐν συναιρέσει προυρός· καὶ φρουρός. ὀχμάσας τὸ κρατήσας
καὶ κόψας· παρὰ τὸ ἔχω· τὸ κρατῶ· ὁ παθητικὸς πα‐627

628

ρακείμενος εἶχμαι· καὶ ἐξ αὐτοῦ ὄνομα, ὀχμᾶς· ὀχμά‐ δες· καὶ ἐξ αὐτοῦ ὤκμασα· ἡ μετοχὴ ὁ ὀχμάσας.
3tἈρχὴ τοῦ Π.
4πίσυνος, πεπιστευκῶς· τεθαρρηκῶς ὡς παρὰ τὸ δοῦλος
5δολόσυνος, οὕτω παρὰ τὸ πιστὸς πιστόσυνος καὶ πίσυνος· κατασυγκοπήν· πρανὲς σημείωσαι τὸ κάταντες καὶ τὸ κα‐ τοφερές. καὶ πρανίζει τὸ καταφέρει. πυρρίχην σημαίνει σύντονον ὄρχησιν. πλήμνας τοῦ τροχοῦ τὰς σύριγγας· ἃς ἔνιοι καλοῦσι, χοινικίδας εἰς ἃς ὁ ἄξων ἐντρέφεται·
10παρὰ τὸ πληροῦσθαι ὑπ’ αὐτὸν (suprasc. αὐτῶν) τὸν ἄξονα. παρεῖται παραιτεῖται· ἀφίεται, ἐκ τοῦ ἔημι τὸ παθητικὸν ἔεμαι· καὶ κράσει εἶμαι· τὸ τρίτον εἶται· καὶ μετὰ τῆς παρὰ προθέσεως παρεῖται. ποδοκάκη ξύλον ἐν ὧ οἱ κακοῦργοι δεσμοῦντες οἷον ποδοκατόχη τὶς οὖσα· ἐν
15ἧ οἱ πόδες κατέχονται. παλαμναῖος ὁ τοὺς αὐτοχειρὶ φονεύσαντας τιμωρούμενος καὶ Ζεὺς παλαμναῖος ἐν χαλ‐ κίδι καὶ ἀσπὶς δὲ τὶς τῶν θηρίων λέγεται παλαμναῖα· καλεῖται δὲ καὶ ὁ ἐχθρὸς καὶ πολέμιος· παλαμναῖος δὲ κυρίως καλεῖται ὁ διὰ χειρῶν καταγωνιζόμενος τὴν μάχην
20καὶ πάλην. παρηρημένην, ἐκβεβλημένην· ἀπομεχωρισμέ‐ νην· ἀπὸ τοῦ αἰρῶ τὸ καταβάλλω. παρομαρτοῦντες ἀκο‐ λουθοῦντες· ἀπὸ τοῦ ὀμαρτῶ. πεπιλημένοι, συνεσφυ‐ γμένη· ἀπὸ μεταφορᾶς τοῦ πίλου· ὁ σημαίνει τὸ κένδου‐ κλον. ποδοστράβη, τὸ γινόμενον πρὸς τὰ στρόμματα τῶν
25ποδῶν, ξύλον παρὰ τὸ ποὺς καὶ τοῦ στρέφω. πρυτανεῦ‐ σαι, διοικῆσαι. προστατεῦσαι, φυλάξαι· βασιλεῦσαι, ταμιεῦσαι· πρύτανις κυρίως ὁ σιτοφύλαξ, οἷον πυρόταμις ὤν· προυγιαίτερον, τὸ πρὸ τοῦ ἔργου αἰρετώτερον· παι‐ τεύειν, τὸ ταυλίζειν. πεέμνον, τὸ ἀπογϊράσκον τῶν στε‐
30λέχων. προπιλακησθέντες, ἀδικηθέντες· ὕβριν θέντες· διασυρέντες· ἢ παρὰ τὸ πηλὸς, ὁ καὶ βέλτιον, οἱ γὰρ Ἀττικοὶ τῶν ἐπί τινι ἁμαρτήματι· ἀλόντα πηλὸν χρίοντες ἐδήμευον. παλίωξις ἡ πάλιν δίωξις· πλοῖαι παράλογοι φόβοι· ἢ ἔκβληξις, ἢ κίνδυνοι· ἀγνύμενος, περιτριβόμε‐
35νος, περικλώμενος· ὅπερ ἔσχε τὴν γένεσιν ἀπὸ τοῦ ἄγω ὂ σημαίνει τὸ κλάνω· ἀποβολῆ τοῦ ν κλῶ· ἄγω καὶ πλεονασμῶ τοῦ ν, ἀγνῶ· ἐκ τούτου ἀνύω καὶ παράγωγον ἄγνυμι. πυαλέα κάθυγρον λιβάδα ἔχουσα· παρὰ τὸ πιά‐ λεος τοῦτο παρὰ τὸ πίω ὃ σημαίνει τὸ ποτίζω· παρωθεῖσα
40βεβαιωθεῖσα· παρὰ τὸ πύσσω τὸ πυγνύω. παλυνομένης, λευκαινομένης· ἢ βρεχομένης· παρὰ τὴν πατήλην· Ἀτ‐ τικοὶ δὲ παιπάλην λέγουσι, τὸ λεπτὸν ἄλευρον· ἀπὸ τοῦ πάλεσθαι, ἀπὸ τοῦ ἀλεύρου τοῦτέστιν, ἀπορίπτεσθαι. περὶ πέζια, τὰ περὶ τῆν γῆν· προσπελάζοντα· πέζα οὐ
45μόνον ὁ πούς· ἀλλὰ καὶ ἡ γῆ· παρὰ τὸ ἔζω· τοῦτο παρὰ τὸ ἔω τὸ καθέζομαι. τὸ γὰρ ἔδω, οὐ μόνον τὸ ἐσθίω σημαίνει· ἀλλὰ καὶ τὸ καθέζομαι. πρῶρα παρὰ τὸ προορῶ· ἀφ’ οὗ προορᾶν καὶ προβλέπτειν τὰ ἔμπρο‐ σθεν. πέμπελος ὁ γέρων, παρὰ τὸ εἶναι πλησίον τοῦτ‐

628

(50)

έστι, πέμπεσθαι εἰς ἅδην ου. ἀστώνη παρὰ τὸ ῥᾶον ὃ ση‐ μαίνει τὸ εὔκολον· ῥήτρα.
52tἈρχὴ τοῦ Σ.
53 Συνασμένιζε· συνευφραίνου. συναμησάμενος, σωρεύσας· συνάξας· ἢ θερίσας· συλήβδην ὁμοῦ· ἀπὸ τοῦ λήβω
55λήψω· καὶ ἐξ αὐτοῦ ἐπίρρημα λήβδην· ὡς λείχω λίγδην· ἄκρον ἐπιλίγδην· σφριγῶσιν ἀκμάζωσι. σκυτίνας, περιζώ‐
ματα ἀπολώρων· παρὰ τὸ σκύτος ὃ σημαίνει τὸ δέρμα·628

629

σκύτος δὲ λέγεται, τὸ μεταξὺ τὸ ἔνδον τοῦ τραχήλοῦ δέρμα· ὡς πειρώνιος φασί· τινὲς δὲ λέγουσι σκύτον, τὸν νωτιαῖον μυελὸν οἱ δὲ τὸ μεταξὺ τῶν ὀφρύων τοῦ μετώ‐ που τόπον, ὅπερ ἐπισκύνιον καλοῦμεν· ἄλλοι δὲ τὸ ἐκ
5τῆς κεφαλῆς δέρμα· ὃ καὶ σκῦτος εἴρηται τοῦτέστιν ἡ κεφαλή. σαυρωτὴρ ξυστόν· δόρυ ὀστύραξ· ὃν ἔνιοι οὐ‐ ρίαχον καὶ σαυρωτῆρα καλοῦσιν· ἔστι καὶ εἶδος δένδρου ὁ στόραξ. σφαδάζω, τὸ σπαίρω· γίνεται δὲ παρὰ τὸ σπῶ σπεύδω· ἐκ τούτου σπευδάζω· καὶ ἀποβολῆ τοῦ υ καὶ
10τροπῆ τοῦ ε εἰς α· καὶ τοῦ π εἰς φ, σφαδάζω. στεγα‐ νὸς ὁ σκεπασμένος· λέγεται δὲ στεγανὸν καὶ τὸ στεγνό‐ τερον· καὶ στεγανόποδες ὄρνιθες· οἱ ἐν ὕδασι διατρίβουσι καὶ τοὺς πόδας ἔχουσι στεγανούς· στωμύλος λάλος· καὶ στωμύλεσθαι, τὸ τρανῶς λέγειν· καὶ στωμύλματα,
15τὰ παραλήματα. σισύρα αἴγιον στέγαστρον. τοῦτέστι νάκη· ὃ ἔστι δέρμα. στέργω, ἀγαπῶ· φιλῶ· σεμνὸς ἀπὸ τοῦ σέβω σεβνός· καὶ σεμνὸς τροπῆ τοῦ β εἰς μ. στίφος, ὄχλος ἄθροισμα. σκυτάλη παρὰ τοῖς Ἀττικοῖς βακτηρία σημαίνει· καὶ ὄφεων δέ ἐστιν εἶδος οὕτω κα‐
20λούμενον· καὶ παρὰ λακεδαίμωσιν, ἐπὶ τῆς βακτηρίας τάσ‐ σεται καὶ σκυταλύδες κάμπων εἶδος· ὅ ἐστι ζῶον τί· καὶ σκεῦος τὶ ἐν τῆ νηΐ. στιφίζουσιν ἀντὶ τοῦ δραπε‐ τεύουσιν διαφεύγουσιν· καὶ στιβεύειν, ἐπὶ τοῦ ἰχνεύειν. σήραγγες, αἱ ὑπὸ γὴν ἐπιμήκεις ἐκρήξεις· οἱονεὶ φλέβες
25τινὲς οὖσαι τῆς γῆς· ἃς ὑποτρέχον τὸ ὕδωρ, ζητεῖ διέξο‐ δον· ἐντεῦθεν σηραγγώδης ὁ τόπος φαίνεται, ὁ δια‐ τετριμμένος, ἀπὸ τοῦ σεσηρέναι καὶ διεστράφθαι. — τεκμηριοῦσθαι, σκέπτεσθαι καὶ φράζεσθαι καὶ γίνεται παρὰ τὸ τέκμωρ· τοῦτο παρὰ τὸ τέκω· τέκωρ· καὶ τέ‐
30κμωρ. τάρπη κόφινος· ἢ νεκροφορικὸν ἀγγεῖον παρὰ τὸ αἴρειν τί· αἴρω οὗ ὁ μέλλων, ἀρῶ· καὶ ἐξ αὐτοῦ, ἄρη· καὶ πλεονασμῶ τοῦ π, ἄρπη. τῶ, τινὶ, ἀπὸ τοῦ τὶς ὀνόματος, γίνεται δὲ ἡ γενικὴ τινὸς καὶ ἀποβολῆ τοῦ ν, τιὸς τιοῦ· καὶ Ἀττικῶς, τεώς· ὡς ναὸς, νεώς· ἡ δο‐
35τικὴ, τῶ ἀποβολῆ τοῦ ε καὶ Ὅμηρος, οὔτε σοι οὔτε τῶ ἄλλω. τολύπαις, μηχάναις· ἐργασίαις· καὶ τὸ λυπεύειν, τὸ μηχανᾶσθαι. τερὸς, ἔντροχος. τερθρεία (m. rec. corr. τεθρεία), γοητεία· παρὰ τὸ τέρας τεράτος· τερα‐ τεύω· τερατεία· καὶ συγκοπῆ καὶ τροπῆ τοῦ τ εἰς θ·
40τερθρεία. τρακλαῖσαι κακουργῆσαι· ἴσως παρὰ τὸ τρώ‐ κτης τοῦτο παρὰ τὸ τρῶς ὁ σημαίνει τὸ βλάπτω· οὗ παράγωγον, τρώγω· ὁ μέλλων, τρώξω· καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν, τρώκτης. τελχῖνες οἱ φθονεροὶ καὶ βάσκανοι δαίμονες. τενάγη οἱ ὑποβρύχιοι τόποι· παρὰ
45τὸ τέγγω τὸ βρέχω, γίνεται τέγγος· καὶ πλεονασμῶ τοῦ α· καὶ τροπῆ τοῦ ἑνὸς γ εἰς ν, τέναγος. τούνδου‐ νος, ὁ τοποτηρητὴς, παρὰ τούρκοις. τέμπη, τὰ σύν‐ δενδρα πάντα· καὶ τὰ μεταξὺ τῶν ὀρῶν στενώματα.
49tἈρχὴ τοῦ Υ.

629

(50)

Ὑπόγυιον πρόσφατον ἐγγύτατον· νεωστὶ γέγονε πρὸ ὁλίγου καὶ μετ’ ὀλίγον· γίνεται δὲ παρὰ τὸ γύον ὃ σημαί‐ νει τὸ μέλος· οἱονεὶ ἐγγὺς τῶν μελῶν. ὑποτόπαζεν ὑπε‐ νόει· καὶ ὑποτοπάζειν τὸ στροχᾶσθαι· καὶ ἐνθυμεῖσθαι· ἀπὸ τοῦ ὑποτοποῦσθαι ἐν τῶ νοΐ· ἔστω οὖν τύπος·
55τυπῶ· τοπάζω· καὶ ὑποτοπάζω· τροπῆ τοῦ υ εἰς ο. ὕπαρ, ἀλήθεια· οὐκ ὄνειρος· ἔστιν οὖν ὦ ῥῆμα· καὶ σημαίνει τὸ ὑπάρχω· ἀφ’ οὗ ὄνομα ῥηματικὸν, ὄαρ· ὡς θένω, θέναρ· καὶ ἔδω ἔδαρ καὶ εἶδαρ καὶ μετὰ τῆς ὑπὸ
προθέσεως, ὕπαρ. ὑπεράγανται, ὑπερθαυμάζουσιν ἢ629

630

φθονοῦσι· τὸ γὰρ ἀγῶ, οὐ μόνον τὸ θαυμάζω δηλοῖ, ἀλλὰ καὶ τὸ φθονῶ· οὐδ’ ἂν νῦν μοι ἄγασθαι· ἀντὶ τοῦ φθονεῖν· τὸ δὲ ἀγῶ τὸ θαυμάζω καὶ ἐκπλήττομαι, γίνε‐ ται παρὰ τὸ χαίνω· κατ’ ἐπιτάσιν τοῦ α· συμβαίνει γὰρ
5τοῖς ἐκπληττομένοις χαίρειν. ὑπετύφετο ἀντὶ τοῦ φυ‐ σᾶτο αἰωρεῖτο· λέγεται δὲ καὶ ἐπὶ τοῦ τυφλῶσθαι τὴν διάνοιαν· τυφεδὸν δὲ, ἡ καῦσις. ὕπουλος, ἄνθρωπος ἀπὸ μεταφορᾶς τῆς τῶν τραυμάτων ὑπονεμομένης οὐλῆς· ὁ μὴ προφανὴς πονηρός· ὕπουλος γὰρ ὁ ἐγγὺς τοῦ ὑγι‐
10ασθῆναι μώλωψ.
11tἈρχὴ τοῦ Φ.
12 φενακισθείη, χλευασθείη ἀπατηθείη· ἀπὸ τοῦ φενα‐ κίζω· τοῦτο παρὰ τὸ τὰς φραίνας αἰκίζειν. φορμηδὸν, φορμός ἐστι, πλέγμα τινὸς μεγάλου εἴδους· ἐν ὧ ἐκοι‐
15μῶντο οἱ πένητες· ἢ κατετίθεντο τὰ ὄσπρια· τάχα δὲ ἡ καλαμὴ νῦν καλύμη ἐκ τούτου, καὶ τὸ φορμηδὸν φροῦ‐ δος ἄρδην παντελῶς· ἀφανεῖς· ἔρημοι φροῦδος μὲν, ὁ προοδοῦ φύλαξ. φρουρὸς δὲ ὁ προορῶν· φροῦδος οὖν συναλοιφῆ τοῦ πρόοδος· οἷον ὁ μακρᾶν γενόμενος· εἰς τὸ
20ἔμπροσθεν, τῆς ὁδοῦ· μεταθέσει τοῦ π εἰς φ, ὡς προ‐ οίμιον, φροίμιον· φασκώλιον, τοῦτέστι, τὸ δερμάτινον βαλάντιον· φάσκωλον δὲ τὸ μέγα, εἰς ὃ τὰ ἰμάτια ἐμ‐ βάλονται· φασκώλιον οὖν εἴρηται ἀπὸ τοῦ ἀσκὸς ἀσκώ‐ λιον· τὸ ἐνικῶς ἀσκῶ. φρυμασσόμενοι, ἀντὶ τοῦ φρυασ‐
25σόμενοι ἢ φρυσσόντες, ἀπὸ τοῦ φρῶ, ὅπερ ἀπὸ τοῦ προϊῶ κατασυγκοπῆ πρῶ, καὶ φρῶ. φλήναφος ὀλοιδωρὸς καὶ φλύαρος· γίνεται δὲ ἀπὸ τοῦ φλέω ῥήματος ὅπερ ἀπὸ τοῦ φλύω εἴρηται· ὡς ῥέω, ῥύω ἀναδʹ ἔφλεται καλὰ ῥέεθρα, ἀπὸ τοῦ ἔκαιεν· ἀπὸ τοῦ φλέω καὶ τοῦ
30φῶ τὸ λέγω, φλήναφος καὶ φλύαρος.
31tἈρχὴ τοῦ Χ.
32 χιλὸς ἡ τροφῆ παρὰ τὸ ἔχειν τὸ σῶμα· τοῦτέστι κρα‐ τεῖν· καὶ χιλὸς τῶν βοσκημάτων, παρὰ τὸ ἐχεῖσθαι τῶ ἔλει. χηλὴ, ἐπὶ τῶν δύο νήχων ζώων· οἷον, σχελήτης
35οὖσα· ἀπὸ τοῦ διεχίσθαι ὥσπερ ὁπλὴ ἡ ἁπλὴ ἐπὶ ἵππων καὶ ἡμιόνων. χήτει· στερήσει· ἐνδεία σπάνει· χλιδὴ καὶ χλιδανὸν τὸ τροφερόν. παρὰ τὸ χῶ ῥῆμα καὶ τὸ δέω τὸ πρέπω· γίνεται χαλιδὴ καὶ χλιδὴ, ἡ ἔκλυσις καὶ μαλακία· ἀπὸ τοῦ ἐχλίανθαι καὶ ἐκλελύσθαι τῆ μαλα‐
40κία τοῦ θερμοῦ.
41tἈρχὴ τοῦ Ψ.
42 ψιθύρισμα, ἠδύτι τὸ ψιθύρισμα τῶν δένδρων ἠκούετο πεποιημένη λέξις ἀπὸ τοῦ τελουμένου ἤχου, ὑποφυσῶν‐ τος τοῦ ἀνέμου.
45tἈρχὴ τοῦ Ω.
46 Ὠλιγώρηκα ἠφρόντικα ἀπὸ τοῦ θέματος τοῦ ὀλιγωρῶ· τοῦτο παρὰ τὸ ὀλίγος καὶ τοῦ ὥρα· ὃ σημαίνει τὴν φρον‐ τίδα. ὠστίζοντο, ὤθουν· συνέθλεβον· ἐκ τοῦ ὤθω ῥή‐ ματος, ὁ μέλλων ὄσω· καὶ πλεονασμῶ τοῦ τ· μετὰ πε‐

630

(50)

ρισπωμένου τόνου, ὠστῶ· ἐκ τούτου ἕτερον ῥῆμα ὠστίζω· τὸ παθητικὸν ὠστίζομαι· τὸ τρίτον τῶν πληθυντικῶν ὠστίζοντο· ὦ τ’ ἀν ἀντὶ τοῦ ῶ πρόσφιλεττάτω, ἑταίρω· ἔστιν ἔτης ὃ σημαίνει τὸν προσφιλέττατον, καὶ φίλον· ἐκ τούτου παρώνυμον ἐτᾶν ὡς ἐρμῆς ἐρμᾶν·
55καὶ μέγιστος, μεγιστᾶν· μετὰ τοῦ ὦ κλητικοῦ ἐπιρρή‐
ματος, ὦ ὠτῶν· ὠρύω σημαίνει τὸ κλαίω· παρὰ τὸ630

631

ἀύω τῶ φωνῶ, ἀορώω· καὶ κράσει τοῦ α καὶ ο εἰς ω
μέγα ὠρύω.631